ΣΥΝΗΘΙΣΜΕΝΕΣ ΠΡΟΣΕΥΧΕΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ

 

ΠΡΟΣΕΥΧΕΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ

Ἡ Κυριακή Προσευχή

γιος ὁ Θεός , ἅγιος Ἱσχυρός, ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς.

            Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·  γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·  τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·  καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·  καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

            Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἐλέησον και σῶσον ἡμᾶς. Ἀμήν .

Ἡ εὐχή Τοῦ Ἰησοῦ.

Κύριε Ἰησοῦ Χριστέ Ὑιέ τοῦ Θεοῦ ἐλέησόν με.

 

Προσευχή ἀναστάσιμη

Χριστὸς ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας
καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος

καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος

᾽Ανάστασιν Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν,
τόν μόνον ἀναμάρτητον.
Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν,
καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν.
Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν
Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν
τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν·
ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ.
Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν᾽Ανάστασιν αὐτοῦ.
 Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς
θανάτῳ θάνατον ὤλεσεν


ναστάς ὁ Ἰησοῦς ἀπό τοῦ τάφου, καθώς προεῖπεν, ἔδωκεν ἡμῖν τήν αἰώνιον ζωήν καί μέγα ἔλεος. Ἀμήν.

Προσευχή πρός το Ἅγιο Πνεῦμα

Βασιλεῦ οὐράνιε, Παράκλητε, το Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῶσον ἀγαθέ, τάς ψυχάς ἡμῶν.

Προκείμενο  Ἦχος βαρὺς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

 

Προσευχές καί ὕμνοι πρός τήν Παναγία

             Κοντάκιο τοῦ Ἀκαθίστου Ἦχος πλ. δ'.

Τῇ ὑπερμάχω στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.


περαγία Θεοτόκε σῶσον ἠμᾶς.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπό την σκέπην σου.

 

Μεγαλυνάρια τῆς Παναγίας ἀπό την Παράκληση

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα του Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν..

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

            πὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σὺ μοὶ βοήθησον.

            Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὧ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

            Ψάλλομεν προθύμως σοὶ τὴν ὠδήν, νὺν τὴ πανυμνήτω, Θεοτόκω χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

 Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

            Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Ὕμνοι τῆς αρτοκλασίας

Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν

Πλούσιοι ἐπτώχευσαν καί ἐπείνασαν

οἱ δέ ἐκζητοῦντες τόν Κύριον

οὐκ ἐλαττωθήσονται παντός ἀγαθοῦ

 

Προσευχή τῆς Μεγάλης Τεσσαρακοστῆς.

ΑΓ. ΕΦΡΑΙΜ ΣΤΟΥ ΣΥΡΟΥ

Κύριε και Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας φιλαρχίας , καί ἀργολογίας μή μοι δός.

Πνεῦμα  δέ σωφροσύνης , ταπεινοφροσύνης, ὑπομονῆς και ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τά ἐμά πταίσματα και μη κατακρίνειν τους ἀδελφόν μου, ὅτι εὐλογητός εἶ εἰς τους αἰῶνας .Ἀμήν.

 

Ὕμνοι ἀπό τή Θεία Λειτουργία

Δόξα ἐν ὑψίστοις Θεῷ καί ἐπί γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Σέ ὑμνοῦμεν, σέ εὐλογοῦμεν, σοί εὐχαριστοῦμεν Κύριε , καί δεόμεθα σου ὁ Θεός ἡμῶν.

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν

Εἴη το ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν και ἔως του αἰῶνος

Τό Σύμβολο τῆς πίστεως

 Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητήν οὐρανοῦ καί γῆς, ὁρατῶν τε πάντων καί ἀοράτων.
    Καί εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ τόν μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι΄ οὗ τά πάντα ἐγένετο.
    Τόν δι΄ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καί Μαρίας τῆς Παρθένου καί ἐνανθρωπήσαντα.
    Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου, καί παθόντα, καί ταφέντα.
    Καί ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατά τάς Γραφάς.
    Καί ἀνελθόντα εἰς τούς οὐρανούς, καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
    Καί πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καί νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
    Καί εἰς τό Πνεῦμα τό ἅγιον, τό κύριον, τό ζωοποιόν, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τό σύν Πατρί καί Υἱῷ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλῆσαν διά τῶν προφητῶν.
    Εἰς μίαν, ἁγίαν, καθολικήν καί ἀποστολικήν Ἐκκλησίαν.
    Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
    Προσδοκῶ ἀνάστασιν νεκρῶν.
    Καί ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

    Καί εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ τόν μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι΄ οὗ τά πάντα ἐγένετο.

    Τόν δι΄ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καί Μαρίας τῆς Παρθένου καί ἐνανθρωπήσαντα.

    Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου, καί παθόντα, καί ταφέντα.

    Καί ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατά τάς Γραφάς.

    Καί ἀνελθόντα εἰς τούς οὐρανούς, καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

    Καί πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καί νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

    Καί εἰς τό Πνεῦμα τό ἅγιον, τό κύριον, τό ζωοποιόν, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τό σύν Πατρί καί Υἱῷ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλῆσαν διά τῶν προφητῶν.

    Εἰς μίαν, ἁγίαν, καθολικήν καί ἀποστολικήν Ἐκκλησίαν.

    Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

    Προσδοκῶ ἀνάστασιν νεκρῶν.

    Καί ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

 

Ψαλμός 135ος (απόσπασμα) Ἦχος πλ.Α΄

Έξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός,

ΕΠΩΔΟΣ: Ἀλληλούια ὅτι εἰς τὸν αἰῶνα τὸ     

        ἔλεος αὐτοῦ· ἀλληλούια. 

ξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν,  

ξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων,  

Τ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, 

Τ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει,  

Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, 

Τ ποιήσαντι φῶτα μεγάλα μόνῳ,

Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας,  

Τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, Ἀλληλούια ὅτι εἰς τὸν αἰῶνα τὸ    

        ἔλεος αὐτοῦ· ἀλληλούια. 

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ